Ancient Greek · ~2 min
ΘEOΦPAΣTOΥ ΠEΡΙ ΦΥΤΩN ΙΣTOΡΙΑΣ, Chapter 8
Theophrastus, Enquiry into Plants 8.6
Not analysed yet
Ἔνια δὲ καὶ ἴσχει τοὺς καλουμένους ὑπο τινων ἢ γόγγρους ἢ τὸ ἀνάλογον, οἷον ἡ ἐλάα· κυριώτατον γὰρ ἐπὶ ταύτης τοῦτο τοὔνομα καὶ πάσχειν δοκεῖ μάλιστα τὸ εἰρημένον· καλοῦσι δ᾿ ἔνιοι τοῦτο πρέμνον οἱ δὲ κροτώνην οἱ δὲ ἄλλο ὄνομα. τοῖς δὲ εὐθέσι καὶ μονορρίζοις καὶ ἀπσραβλά στοις οὐ γίνεται τοῦθ᾿ ὅλως ἢ ἧττον· ἡ δὲ ἐλάα καὶ ὁ κότινος καὶ τὰς οὐλότητας ἰδίας ἔχουσι τὰς ἐν τοῖς στελέχεσι.