Ancient Greek · ~3 min
ΘEOΦPAΣTOΥ ΠEΡΙ ΦΥΤΩN ΙΣTOΡΙΑΣ, Chapter 9
Theophrastus, Enquiry into Plants 9.1
Not analysed yet
IX. Ἔστι μὲν οὑν τὰ μὲν ὡς εἰς μῆκος αὐξητικὰ μάλιστ᾿ ἢ μόνον, οἷον ἐλάτη φοῖνιξ κυπάριττος καὶ ὅλως τὰ μονοστελέχη καὶ ὅσα μὴ πολύρριζα μηδὲ πολύκλαδα· ἡ δὲ φοῖνιξ ἀπαραβλαστητικόν· τὰ δὲ ὁμοῖα τούτοις ἀνὰ λόγον καὶ εἰς βάθος. ἔνια δ᾿ εὐθὺς σχίζεται, οἷον ἡ μηλέα· τὰ δὲ πολύκλαδα καὶ μείζω τὸν ὄγκον ἔχει τὸν ἄνω, καθάπερ ῥόα· οὐ μὴν ἀλλ᾿ οὖν μέγιστά γε συμβάλλεται πρὸς ἕκαστον ἡ ἀγωγὴ καὶ ὁ τόπος καὶ ἡ τροφή. σημεῖον δ᾿ ὅτι ταὐτὰ πυκνὰ μὲν ὄντα μακρὰ καὶ λεπτὰ γίνεται, μανὰ δὲ παχύτερα καὶ βραχύτερα· καὶ ἐὰν μὲν εὐθύς τις ἀφιῇ τοὺς ὄζους βραχέα, ἐὰν δὲ ἀνακαθαίρῃ μακρά, καθάπερ ἡ ἄμπελος.