Ancient Greek · ~2 min
ΘEOΦPAΣTOΥ ΠEΡΙ ΦΥΤΩN ΙΣTOΡΙΑΣ, Chapter 9
Theophrastus, Enquiry into Plants 9.2
Not analysed yet
Ἱκανὸν δὲ κἀκεῖνο πρὸς πίστιν ὅτι καὶ τῶν λαχάνων ἔνια λαμβάνει δένδρου σχῆμα, καθάπερ εἴπομεν τὴν μαλάχην καὶ τὸ τεῦτλον· ἅπαντα δ᾿ ἐν τοῖς οἰκείοις τόποις εὐαυξῆ καὶ τὸ αὐτὸ κάλλιστον. ἐπεὶ καὶ τῶν ὁμογενῶν ἀνοζότερα καὶ μείζω καὶ καλλίω τὰ ἐν τοῖς οἰκείοις, οἷον ἐλάτη ἡ Μακεδονικὴ τῆς Παρνασίας καὶ τῶν ἄλλων. ἅπαντα δὲ ταῦτα καὶ ὅλως ἡ ὕλη ἡ ἀγρία καλλίων καὶ πλείων τοῦ ὄρους ἐν τοῖς προσβορείοις ἡ ἐν τοῖς πρὸς μεσημβρίαν.