Ancient Greek · ~2 min
Book 2, Chapter 11
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 2.11.5
Not analysed yet
πλὴν οὐχ ἁπλῶς ταύτῃ γε ἀλλὰ κατὰ μέρος καὶ ἡ φθορὰ καὶ τὸ γῆρας· ἀεὶ γὰρ τὸ μάλιστα παχυνόμενον ὡς εἰπεῖν σήπεται καὶ φθείρεται. παραβλαστήσεις δὲ ἔχει πολλὰς ὡς ὅμοιον εἶναι τρόπον τινὰ τοῖς ἀφαυαινομένοις ἀκρεμόσιν ἐπὶ τῶν δένδρων· ἀλλ᾽ ἡ διαφορὰ τοῖς μὲν ὅτι τὸ κυριώτατον τοῖς δὲ τῶν ἀπηρτημένων τι μορίων, ἀλλ᾽ ὅτι ἡ παραβλάστησις ἀπὸ τῶν αὐτῶν διὰ τοῦτο καὶ ταὐτὸ δοκεῖ τὸ δένδρον εἶναι περὶ οὗ καὶ διηπορήθη πρότερον.