Ancient Greek · ~4 min
Section 11
Theophrastus, Ἐκ τῶν μετὰ τὰ φυσικά 11
Not analysed yet
τόδε δ᾽ ἄν τις ἴσως ἀπορήσειε πρὸς αὐτὸν τὸν πρῶτον οὐρανὸν ἀναφέρων πότερον ἡ περιφορὰ τῆς οὐσίας ἐστὶν αὐτοῦ καὶ ἅμα τῷ πεπαῦσθαι φθείροιτ᾽ ἂν, ἢ εἴπερ ἐφέσει τινὶ καὶ ὀρέζει κατὰ συμβεβηκὸς· εἰ μὴ ἄρα σύμφυτον αὐτῷ τὸ ὀρέγεσθαι καὶ οὐδὲν κωλύει τοιαῦτ᾽ ἄττα τῶν ὄντων ὑπάρχειν. ἴσως δ᾽ ἂν εἴη καὶ ἀφελόντα τὴν ὄρεξιν ὑπὲρ αὐτῆς τῆς κινήσεως ἀπορεῖν εἰ ἀφαιρεθεῖσα φθείροι τὸν οὐρανόν. καὶ τοῦτο μὲν ὥσπερ ἑτέρων λόγων. ἀπὸ δ᾽ οὐν ταύτης ἢ τούτων τῶν ἀρχῶν ἀξιώσειεν ἄν τις. τάχα δὲ καὶ ἀπὸ τῶν ἄλλων ἀρχῶν ἄν τις τιθῆται τὰ ἐφεξῆς εὐθὺς ἀποδιδόναι καὶ μὴ μέχρι του προελθόντα παύεσθαι· τοῦτο γὰρ τελέου καὶ φρονοῦντος, ὅπερ Ἀρχύτας ποτ᾽ ἔφη ποιεῖν Εὔρυτον διατιθέντα τινὰς ψήφους. λέγειν γὰρ ὡς ὅδε μὲν ἀνθρώπου ὁ ἀριθμὸς, ὅδε δὲ ἵππου, ὅδε δ᾽ ἄλλου τινὸς τυγχάνει. νῦν δ᾽ οἵ γε πολλοὶ μέχρι τινὸς ἐλθόντες καταπαύονται.