Ancient Greek
Section 12
Theophrastus, Ἐκ τῶν μετὰ τὰ φυσικά 12
Not analysed yet
καθάπερ καὶ οἱ τὸ ἓν καὶ τὴν ἀόριστον δυάδα ποιοῦντες. τοὺς γὰρ ἀριθμοὺς γεννήσαντες καὶ τὰ ἐπίπεδα καὶ τὰ σώματα σχεδὸν τἆλλα παραλείπουσι πλὴν ὅσον ἐφαπτόμενοι καὶ τοσοῦτο μόνον δηλοῦντες ὅτι τὰ μὲν ἀπὸ τῆς ἀορίστου δυάδος οἷον τόπος καὶ κενὸν καὶ ἄπειρον, τὰ δ᾽ ἀπὸ τῶν ἀριθμῶν καὶ τοῦ ἑνὸς οἷον ψυχὴ καὶ ἄλλ᾽ ἄττα, χρόνον δ᾽ἅμα καὶ οὐρανὸν καὶ ἕτερα δὴ πλείω· τοῦ δ᾽ οὐρανοῦ πέρι καὶ τῶν λοιπῶν οὐδεμίαν ἔτι ποιοῦνται μνείαν. ὡσαύτως δ᾽ οὐδὲ οἱ περὶ Σπεύσιππον οὐδὲ τῶν ἄλλων οὐθεὶς πλὴν Ξενοκράτης· οὗτος γὰρ ἀπόντα πως περιτίθησι περὶ τὸν κόσμον ὁμοίως αἰσθητὰ καὶ νοητὰ καὶ μαθηματικὰ καὶ ἔτι δὴ τὰ θεῖα.