Ancient Greek
Section 15
Theophrastus, Ἐκ τῶν μετὰ τὰ φυσικά 15
Not analysed yet
οἷον γὰρ ἐξ ἀντικειμένων τὴν ἅπασαν οὐσίαν. ἄλογον δὲ κἀκεῖνο δόξειεν ἂν εἰ ὁ μὲν ὅλος οὐρανὸς καὶ ἕκαστα τῶν μερῶν ἅπαντ᾽ ἐν τάξει καὶ λόγῳ καὶ μορφαῖς καὶ δυνάμεσι καὶ περιόδοις, ἐν δὲ ταῖς ἀρχαῖς μηθὲν τοιοῦτον ἀλλ᾽ ὥσπερ σάρξ εἰκῆ κεχυμένων ὁ κάλλιστος, φησὶν Ἡράκλειτος, κόσμος. καὶ κατὰ τοὐλάχιστον δ᾽ ὡς εἰπεῖν λαμβάνουσιν ὁμοίως ἐν ἀψύχοις καὶ ἐμψύχοις. ὡρισμέναι γὰρ ἑκάστων αἱ φύσεις ὡς εἰπεῖν καίπερ αὐτομάτως γινομένων, τὰς δ᾽ ἀρχὰς ἀορίστους εἶναι. χαλεπὸν δὲ πάλιν αὐτὸ τὸ τοὺς λόγους ἑκάστοις περιθεῖναι πρὸς τὸ ἕνεκά του συνάγοντας ἐν ἅπασι καὶ ἐν ζώοις καὶ φυτοῖς καὶ ἐν αὐτῇ πομφόλυγι· πλὴν εἰ συμβαίνει τῇ ἑτέρων τάξει καὶ μεταβολῇ μορφὰς παντοίας καὶ ποικιλίας γίγνεσθαι τῶν τε περὶ τὸν ἀέρα καὶ τὴν γῆν. ὦν δὴ μέγιστόν τινες παράδειγμα ποιοῦνται τὰ περὶ τὰς ὥρας τὰς ἐτείους ἐν αἷς καὶ ζώων καὶ φυτῶν καὶ καρπῶν γενέσεις οἶον γεννῶντος τοῦ ἡλίου. καὶ ταῦτα μὲν ἐνταῦθα που ζητεῖ τὴν σκέψιν, ἀφορισμὸν ἀπαιτοῦνμέχρι πόσου τὸ τεταγμένον, καὶ διὰ τί πλέον ἀδύνατον ἢ εἰς τὸ χεῖρον μετάβασις.