Ancient Greek
Section 16
Theophrastus, Ἐκ τῶν μετὰ τὰ φυσικά 16
Not analysed yet
ἐν δὲ ταῖς ἀρχαῖς ὅθεν δὴ καὶ ὁ πρῶτος λόγος εἰκότως ἄν τις καὶ τὸ περὶ τῆς ἠρεμίας ἀπορήσειεν. εἰ μὲν γὰρ ὡς βέλτιον ἀνάψειεν ἂν ταῖς ἀρχαῖς, εἰ δ᾽ ὡς ἀργία καὶ στέρησις τῆς κινήσεως οὐκ ἀνάψει. ἀλλ᾽ εἴπερ, τὴν ἐνέργειαν ἀντιμεταλλακτέον ὡς προτέραν καὶ τιμωτέραν τὴν δὲ κίνησιν ἐν τοῖς αἰσθητοῖς· ἐπεὶ τό γε διὰ τοῦτ᾽ ἠρεμεῖν ὡς ἀδύνατον ἀεὶ κινοῦν εἶναι τὸ κινοῦν ἄτοπον· οὐ γὰρ ἂν εἴη κίνδυνος πρῶτον μὴ λογοειδὲς καὶ ἄλλως οὐκ ἀξιόπιστον ἀλλὰ μείζω τινὰ αἰτίαν ζητεῖ. δοκεῖ δὲ καὶ ἡ αἴσθησις τρόπον τινὰ συναυδᾶν ὡς ἐνδεχόμενον μὴ ἀεὶ τὸ κινοῦν ἕτερον εἶναι καὶ ὃ κινεῖ διὰ τὸ ποιεῖν καὶ πάσχειν. ἔστι δὲ ἄν τις ἐπ᾽ αὐτὸν ἄγῃ τὸν νοῦν καὶ τὸν θεόν. ἄτοπον δὲ καὶ τὸ ἕτερον λεχθὲν ὡς οὐ μιμοῦνται τὰ ὀρεγόμενα τοῦ ἠρεμοῦντος· εἰ γὰρ αὐτοῖς οὖσιν ἀκολουθείη τῶν ἄλλων. πλὴν ἴσως οὐχ ὁμοίως ληπτέον ὡς εἰς τὸ ἀμερὲς ἄγοντας ἀλλ᾽ ὅπως ὅτι μάλιστα σύμφωνον ἑαυτῷ καὶ ἀπηρτισμένον ὡς ἂν πόλις ἢ ζῶον ἢ ἄλλο τι τῶν μεριστῶν, ἢ καὶ ὁ ὅλος οὐρανὸς ὃν δή φασιν εἶναι τελεώτατον.