Ancient Greek
Section 17
Theophrastus, Ἐκ τῶν μετὰ τὰ φυσικά 17
Not analysed yet
ἐπιποθεῖ δέ τινα καὶ τὰ τοιάδε λόγον πῶς ποτὲ τῶν ὄντων ὁ μερισμὸς εἰς ὕλην καὶ μορφήν· πότερον ὡς τὸ μὲν ὂν τὸ δὲ μὴ ὂν, δυνάμει μὲν ὂν καὶ ἀγόμενον εἰς ἐνέργειαν; ἢ ὂν μὲν, ἀόριστον δὲ καθάπερ ἐν ταῖς τέχναις, ἡ δὲ γένεσις τῆς οὐσίας ἕνεκα τὸ μορφοῦσθαι κατὰ τοὺς λόγους. ἀλλ᾽ οὕτω γ᾽ εἰς μὲν τὸ βέλτιον τάχ᾽ ἂν ἡ μετάβασις εἴη, τὸ δ᾽ εἶναι οὐθὲν ἂν ἦττον ἀληθὲς ὑπάρχοι κατ᾽ αὐτὴν —οὐ γὰρ ἂν οὐδὲ γίγνοιτο μὴ ὑπαρχούσης —,ἀλλὰ τὸ μήτε τόδε μήτε ποιὸν μήτε ποσὸν, ὡς ἀόριστον τοῖς εἴδεσι δύναμιν δέ τιν᾽ ἔχον. ὅλως δὲ κατ᾽ ἀναλογίαν ληπτέον ἐπὶ τὰς τέχνας καὶ εἴ τις ὁμοιότης ἄλλη.