Ancient Greek · ~3 min
Section 32
Theophrastus, Ἐκ τῶν μετὰ τὰ φυσικά 32
Not analysed yet
ὡσαύτως δὲ καὶ ὅσα κόσμου χάριν εἰ γὰρ καὶ ἡ ὄρεξις οὕτως· ἀλλ᾽ ἐκεῖνό γ᾽ ἐμφαίνει διότι πολὺ τὸ οὐχ ὑπακοῦον οὐδὲ δεχόμενον τὸ εὖ, μᾶλλον δὲ πολλῷ πλεῖον· ὀλίγον γάρ τι τὸ ἔμψυχον ἄπειρον δὲ τὸ ἄψυχον· καὶ αὐτῶν τῶν ἐμψύχων ἀκαριαῖον· καὶ βέλτιον τὸ εἶναι· τὸ δ᾽ ὅλον σπάνιόν τε καὶ ἐν ὀλίγοις τὸ ἀγαθὸν πολὺ δὲ πλῆθος τὸ κακόν. οὐκ εἰ ἀοριστία δὲ μόνον καὶ οἷον ὕλης εἴδη καθάπερ τὰ τῆς φύσεως ἀμαθεστάτου. εἰ γὰρ καὶ οἱ περὶ τῆς ὅλης οὐσίας λέγοντες ὥσπερ Σπεύσιππος σπάνιόν τι τὸ τίμιον ποιεῖ τὸ περὶ τὴν τού μέσου χώραν· τὰ δ᾽ ἄκρα καὶ ἑκατέρωθεν. τὰ μὲν οὖν ὄντα καλῶς ἔτυχεν ὄντα.