Ancient Greek · ~3 min
Section 33
Theophrastus, Ἐκ τῶν μετὰ τὰ φυσικά 33
Not analysed yet
Πλάτων δὲ καὶ οἱ Πυθαγόρειοι μακρὰν τὴν ἀπόστασιν ἐπιμιμεῖσθαί γε θέλειν ἅπαντα· καίτοι καθάπερ ἀντίθεσίν τινα ποιοῦσι τῆς ἀορίστου δυάδος καὶ τοῦ ἑνός· ἐν ᾗ καὶ τὸ ἄπειρον καὶ τὸ ἄτακτον καὶ πᾶσα ὡς εἰπεῖν ἀμορφία καθ᾽ αὑτήν. ὅλως δὲ οὐχ οἷόν τε ἄνευ ταύτης τὴν τοῦ ὅλου φύσιν, ἀλλ᾽ οἷον ἰσομοιρεῖν ἢ καὶ ὑπερέχειν τὰς ἑτέρας ἢ καὶ τὰς ἀρχὰς ἐναντίας. διὸ καὶ οὐδὲ τὸν θεὸν, ὅσοι τῷ θεῷ τὴν αἰτίαν ἀνάπτουσι, δύνασθαι πάντ᾽ εἰς τὸ ἄριστον ἄγειν, ἀλλ᾽ εἴπερ ἐφ᾽ ὅσον ἐνδέχεται· τάχα δ᾽ οὐδ᾽ ἂν προέλοιτ᾽ εἰπερ ἀναιρεῖσθαι συμβήσεται τὴν ὅλην οὐσίαν ἐξ ἐναντίων γε καὶ ἐν ἐναντίοις οὖσαν.