Ancient Greek
Section 34
Theophrastus, Ἐκ τῶν μετὰ τὰ φυσικά 34
Not analysed yet
φαίνεται δὲ καὶ ἐν τοῖς πρώτοις ἐπιθεωρούμενα πολλὰ καὶ ὡς ἔτυχεν οἷον τὰ περὶ τὰς τῆς γῆς λεχθέντα μεταβολάς· οὔτε γὰρ τὸ βέλτιον οὔτε τὸ τίνος χάριν ἀλλ᾽ εἴπερ ἀνάγκῃ τινὶ κατακολουθεῖν· πολλὰ δὲ καὶ ἐν τῷ ἀέρι τοιαῦτα καὶ ἐν ἄλλοις. μάλιστα δ᾽ ἂν δόξειεν ἔχειν τὴν τάξιν τῶν μὲν αἰσθητῶν τὰ οὐράνια τῶν δ᾽ ἄλλων εἰ μὴ ἄρα καὶ πρότερα τούτων τὰ μαθηματικά· εἰ γὰρ καὶ μὴ πᾶν ἀλλ᾽ ἐν τούτοις πλέον τὸ τεταγμένον· πλὴν εἴ τις τοιαύτας λαμβάνοι τὰς μορφὰς οἵας Δημόκριτος ὑποτίθεται τῶν ἀτόμων. ἀλλὰ δὴ τούτων μὲν πέρι σκεπτέον. ὃ δ᾽ ἐξ ἀρχῆς ἐλέχθη πειρατέον τινὰ λαμνβάνειν ὅρον καὶ ἐν τῇ φύσει καὶ ἐν τῇ τοῦ σύμιπαντος οὐσίᾳ καὶ τοῦ ἕνεκά του καὶ τῆς εἰς τὸ βέλτιον ὁρμῆς. αὕτη γὰρ ἀρχὴ τῆς τοῦ σύμπαντος θεωρίας, ἐν τίσι τὰ ὄντα καὶ πῶς ἔχει πρὸς ἄλληλα