Ancient Greek
857.1
Theophylactus Simocatta, Epistulae 857.1
Unproofread scanNot analysed yet
ΘΕΟΦΥΛΑΚΤΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ ΤΟΥ ΣΙΜΟΚΑΤΟΥ ΕΠΙΣΤΟΛΑΙ ΗΘΙΚΑΙ ΑΓΡΟΙΚΙΚΑΙ ΕΤΑΙΡΙΚΑΙ. α'. Κριτίας Πλωτίνω. 'Ο τέττιξ ὁ μουσικὸς ἥρος φανέντος τῆς μελωδίας ἀπάρχεται · φιδικώτερος δὲ τοῖς ἀσμασι καὶ τὴν φύσιν λαλιώτερος ὥρα μεσημβρίας γνωρίζεται, ἀκτίνων ὡσπερ ἠλιακῶν μεθυσκόμενος. τερετίζει γοῦν ὁ μελωδός, βῆμα τὸ δένδρον ποιούμενος καὶ θέατρον τὸν ἀγρόν, καὶ τοῖς ὀδίταις τὴν μουσικὴν ἐπιδείκνυται. ἄσαι γοῦν καὶ ἡμεῖς τὰς σὰς ἀρετὰς ἐπευγόμεθα · ἐκθάλπουσι γὰρ πως καὶ ζωπυροῦσι πρὸς ἐγκώμιον τὰ ἡμέτερα. πάλαι γὰρ νεκρωθέντας ἡμᾶς τῷ βυπώδει βίῳ ἐκ τῶν σῶν γραμμάτων πρὸς ἀρετὴν ἀνεψύχωσας. οὕτω γενοίμην ὁ Κριτίας Πλωτίνος· Πλωτίνος γὰρ ἡ σώματος ἔκτος φιλοσοφεῖ ἐπὶ γῆς, ἡ Φιλοσοφία σωματωθεῖσα μετὰ τῶν ἀνθρώπων ὡς ἄνθρωπος ἀναστρέφεται.