Ancient Greek
857.5
Theophylactus Simocatta, Epistulae 857.5
Unproofread scanNot analysed yet
β'. Δόρχων Μόσχωνι. 'Ο ταξίαρχος τῶν προβάτων, ὁ θαυμαστὸς μοι κριὸς ἀπόλωλε, καὶ ποιμαντικῆς ἡγεμονίας χηρεύει τὰ θρέμματα. κακὸν τι πεπόνθαμεν μέγιστον, καὶ τί μοι δοκῶ χαλεπαίνειν τὸν Πάνα· οὐ γὰρ ταῖς τῶν σίμωλων αὐτὸν ἀπαρχαῖς ἐτιμήσαμεν. διὸ πρὸς ἄστῦ χωρῶ τὸν ὀργίλον πρεσβευσόμενος. καὶ τοῖς πολίταις τὴν ἀπηνείαν διηγήσομαι, φήσας ὡς «διὰ μελιτοῦτταν ὁ Πάν τοῦ ποιμνίου μοι τὸν ἡγεμόνα διώλεσεν. »