Ancient Greek
858.3
Theophylactus Simocatta, Epistulae 858.3
Unproofread scanNot analysed yet
ε' Αἰγερος Πλατάνῳ. Καχὰς γείτονας, ὦ φίλος, τὰς γεράνους κεκτήμεθα. πόλεμον ἀθάνατον περὶ τὸ γηδίων ἔχουσιν· οὔτε γὰρ τοῖς πατράσι τοῖς ἡμετέροῖς ἐσπέυσαντο, οὔτε τοῖς μετ᾿ ἐκείνους ἡμῖν τὸν πόλεμον διελύσαντο. καίτοι ταῖς ἀπαρχαῖς τοῦ θεριμοῦ πολλάκις αὐτὰς ἐτιμήσαμεν, ἀλλὰ καὶ μοῖραν τοῦ γηδίου τινὰ ὡσπερ ὀργάδα θεῷ ταῖς ἀρίστοις δεδώκαμεν. ἀλλ᾿ οὐχ αἰδέσματα τὰ δῶρα παρ᾿ ἐκείναις, ὡς δοκε. τοιγαροῦν ἀπαντες τῶν ἐντεῦθεν ἀπαίρομεν· πέτρας γὰρ ἡμῖν γεωργεῖν συμφρονώτερον ἢ πεδία καὶ γηλόφους οἰκεῖν χαλεπὰς κεκτημένοις τὰς γείτονας.