Ancient Greek
858.5
Theophylactus Simocatta, Epistulae 858.5
Unproofread scanNot analysed yet
ζ' Ἐρατῷ Τερψίθεᾳ. Τὸν χρυσοῦν Καλλιχράτην εἰκόνα σου γεγραφέναι φασί. τὴν δὲ γραφίδα οὐ Τερψιθέαν σίμαι δηλοῦν, ἀλλὰ τὴν Λάκαιναν ἐκείνην Ἑλένην, καὶ μὰ τοὺς ἀνευδεῖς Παρρασίου πίνακας. τοιγαροῦν καὶ τὴν τέχνην καὶ τὴν φύσιν ἠδίκησας, τὴν μὲν ὑβρίσασα τὴν δὲ σοφισαμένη· ψεύσασθαι γὰρ τὴν Παρρασίου τέχνην ἠνάγκασας, καὶ τὰ μὴ προσόντα σοι διαποιεῖλαι τοῖς πίναξιν, ὡσπερ τὰ τῆς φύσεως καλλωπίζουσα σφάλματα καὶ πολλὴν ἐκείνης τὴν ἀτεχνίαν δεικνύουσα. ἐγὼ δὲ καὶ τοῦ γραφέως ἐπαινέτης εἰμὶ (οὐ γὰρ τῆς σῆς ἀμορφίας εἶναι ζωγράφος ἠνέχθετο), καὶ τῆς φύσεως τὴν σοφίαν τεθαύμακα κακίστην ψυχὴν σώματος εὐπρέπειαν μὴ καταπιστεύσασαν.