Ancient Greek
859.1
Theophylactus Simocatta, Epistulae 859.1
Unproofread scanNot analysed yet
ὡςπερ ἔχγονον προσεχὲς τε καὶ γνήσιον. καὶ φύσις μὲν ταύταις οὕτω φρονεῖν· οὐ γὰρ Σόλωνος νόμος ἠνάγκασε. μετοχετεύσω τὸν λόγον πρὸς σέ. τὸν ἀδελφιδὸν ὑπερορῶς θύραν ἐκ θύρας ἀμείβοντα, ἀθλιώτατον τριβώνιον ἀμπεχόμενον· τῶν ἀλόγων ζῴων ἀλογώτερόν σοι τὸ φρόνημα. κύνας ἀλλοτρίους σιτίζει· οὕτω γὰρ τοὺς περὶ σὲ κολάκας εἴπειν οἰκειότερον· εὐνούστατο γὰρ εἶναι σοι δόξουσι μέχρις ὅτου τοῖς σοῖς ἐπεντρυφῶσιν, ὡ δεῖλαιε. ὑλακτήσουσι δὲ πάντως καὶ σέ, ἐπὶ τῆς κραπιᾶλης τῆς ἐναγχοῦ ἐρευγόμενοι· κολάκων γὰρ φύσις καὶ μνημονικὸν πρὸς κακίαν καὶ τῶν ἀγαθῶν εὐεπίλανθον. ὡς ποτε τὸν ἀδελφιδὸν περιλαβε, Τέρπανδρε· εἰ δὲ μή, τὴν πρόνοιαν ἀκαταγώνιστον ἔξεις πολέμιον, τοῖς δακρύοις τῆς φύσεως τὴν ἑαυτῆς ἀκονήσασαν μάχαιραν.