Ancient Greek
859.2
Theophylactus Simocatta, Epistulae 859.2
Unproofread scanNot analysed yet
η'. Δάφνων Μύρωνι. Μέχρι τίνος ἐπικουλίσεις τὸ γήδιον καὶ τὸ κατωμβρίσαν ὕδωρ ἐπιρροεῖς ὁ δεῖλαιος; ἢ τάχα μοι καὶ λιμώττειν τοὺς παῖδας διὰ τὸ κάταυχμον μηχάνῃ; τὸ σὸν μὲν γὰρ περιλιμανίζεται γήδιον, τὸ δ' ἡμέτερον καὶ φύσιν ἠγνόησεν ὕδατος. ἐρωτάσθωσαν πρὸς θεῶν αἱ νεφέλαι εἰ μόνω τῷ Μύρωνι ἀρτίζει τὸ ὕδωρ. ἀνὴρ ἐπίφθονος μέγα κακόν· εἰ δὲ καὶ τὸ γείτων εἶναι κεκληρώται, ἀπαραίτητον τὸ δυστύχημα καὶ θανάτῳ μόλις παυσόμενον.