Ancient Greek
860.1
Theophylactus Simocatta, Epistulae 860.1
Unproofread scanNot analysed yet
λῆγην ἀπένειμε, δι' οὐ μέγιστα κακὰ τοῖς ἀνθρώποις φοιτῶσιν· ἐγὼ δὲ πλατὺν γέλωτα τῶν σῶν καταχέω δογμάτων· αὐτὸν γὰρ τὸν τῆς φύσεως ἐπαῖνον ὑπόθεσιν φόγου πεποίησαι, καὶ ταυτὸν πέπονθας τῇ γλαυκί· ἀδελφίας γὰρ αἴτιον ἐκεῖνη δοκεῖ τὰς περιφανεῖς τοῦ ἡλίου ἐκλάμψεις. λυστελῶς λιμώττει χρυσοῦ τὸ ἀνθρώπινον γένος, Σωσίπατερ. ἐντεύθεν γὰρ καὶ τέχναι τῷ βίῳ εἰσῆλθον καὶ πόλεις οἰκίστησαν καὶ συναλλαγμάτων εὐμάρεται. εἰ δὲ δεῖ συλλήβδην εἰπεῖν, πάσης εὐχοσμίας ἐστέργητο ἂν τὸ περίγειτον ἐνδιαίτημα, εἰ μὴ χρυσὸς τοὺς ἀνθρώπους ἀλλήλων ἐπιδεῖξαι ἐτεκίνθητο· οὐ γὰρ ἂν πλωτὴρ ἐναυτίλλετο, οὐχ ὁδοιπόρος ἐνεπορεύετο, οὐχ ἀροτῆρα βουὶ οἱ γεωργοῦντες ἐκέκνητον, οὐ βασιλικὴς ἡγεμονίας ἐπρεσβευέτο σκήπτρα, οὐχ ἀρχαῖς προσφόροις τὸ δημόσιον ἐκεκόσμητο, οὐ στρατηγὸς ἐδημαγωγεῖ τὸ στράτευμα. εἰ δὲ καὶ ἀτόρρητον λόγον θέλεις μαθεῖν, ἀρετὴς καὶ κακίας τὰς ἡνίας ὁ χρυσὸς ἐμπεπίστευται, καὶ βασανίζεσθαι ἑφείς ψυχῆς δι' αὐτοῦ καὶ τῷ Κελτικῷ ποταμῷ ἐστιν ἐφάμιλλος· νόθου γὰρ ἀρετῆς καὶ κακίας ἐλεγχὸς ἐστιν ἀληθέστατος.