Ancient Greek
860.2
Theophylactus Simocatta, Epistulae 860.2
Unproofread scanNot analysed yet
ια'. Καλλίσταχυς Κυπαρίσσωσι. Τῶν ἀκάρπων καὶ ἀνημέρων δένδρων τὴν φύσιν ὁ Σιμιχλίδας χθὲς ἐνέπρησε· τοιαύτην γὰρ τὴν καταδίκην τοῖς ἀτελεσφορήτοις ἐφηρίσατο. ἡ δὲ τοῦ παμφάγου πυρὸς φύσις τὴν ὁρμὴν ἔσχεν ἀκόλαστον, καὶ τοῦ ἀγρογείτονος ἄρῶν τὸ χωρίον διώλεσεν. ὁ δὲ τὴν διφθέραν ἀφεὶς καὶ τὴν δίκελλαν πρὸς ὅπου χωρεῖ δήτορα ληφόμενος σύμμαχον, καὶ τῷ Σιμιχλίδᾳ δικαστήριον συγκερόσθηται. τοῦτο κἀγώ, Κυπαρίσσων, κατὰ σοῦ σκευωρήσομαι, εἰ μὴ ταῖς σαῖς μελίτταις προσταξείας τῶν ἐμῶν λειμῶνων ἀπέχεσθαι. καὶ μαθήσῃ ἀλλοτρίοις πόνοις μὴ κεκτηθῆναι πρόσοδον ἀδίκον.