Ancient Greek
861.2
Theophylactus Simocatta, Epistulae 861.2
Unproofread scanNot analysed yet
15. Μυρωνίδης Δαμάλω. Τὸ ποίμνιον ἅπαν ὁ σὸς ἐλυμῆνατο παῖς. τὸ κισσόδιον ἀεὶ πληρώσας τοῦ γάλακτος ἐπὶ τὰς πλατάνους ὁ λωποδύτης χωρεῖ, καὶ σιβάδα ποιήσας ἀμερίμνως ἀναπέπτωκε καὶ τὸν ἀδροδίαιτον βίον ἀσπάζεται, εἶτα τὴν σύριγγα κομισάμενος ὥσπερ ἐπιδείπνιον ὄδὴν τὴν εὐθυμίαν προβάλλεται, καὶ τοὺς ἀγροικοὺς παραχαράττει θεσμούς. τὰ δὲ θρέμματα τῆδε χάκεισε διεσπάρται καὶ πρὸς ἐφοδὸν ἐστιν εὐάλωτα. καὶ δὴ καὶ τοὺς ζῴους εὐώνως διαπιπράσκει ὁ δειλαῖος, καὶ Μυρωνίδην ἀδικῶν οὐκ αἰσχύνεται. εἰστίων χθὲς τὸν Τρυγίαν λαμπρῶς· ἰσχάδες γὰρ ἦν μοι καὶ ἀκρίδες τὰ δῶρα. ὁ δὲ θεσπέσιος οὕτως νεανίας τῶν ἰσχάδων τὰς πλείστας ἐκβέβρωκε, καὶ τὰς ἀκρίδας οὐκ ὅλῳ ὅπως ἐξερόφησεν (ὁ δὲ Τρυγίας ἐκεχῆνει), καὶ μοιρὰν τινὰ ἤτει μετὰ κάρων κομισάσθαι οἴκαδε. ἀπίτω μοι λοιπὸν τῶν ἀγρῶν ὁ Κλενίας· τῶν γὰρ πόρρω κακῶν αἰρετιώτερόν ἐστιν ἀνέχεσθαι ἢ πολέμιον οἴκοι τρέφειν κρυπτόμενον.