Ancient Greek
860.6
Theophylactus Simocatta, Epistulae 860.6
Unproofread scanNot analysed yet
ιγ'. Ἀρίστων Νικία. Φιλομαθέστατον ζῷον φασὶ τὸν ἐλέφαντα καὶ ἀν- Ορωπίνων διδαγμάτων μαθητὴν ἐπιδέξιον· οὐ γὰρ ὁ τοῦ σώματος ὄγκος ἐπ’ αὐτῷ θαυμαστὸς ὅσον ὁ τῆς παιδείας κόσμος τετιμηται. καὶ ταῦτα μὲν παῖδες περιφρολοῦσιν Ἰνδῶν, ἐγὼ δὲ τοῦ Νικίου τεθώμακα τῶν ἀλόγων ζῴων ἔχοντος τὸν λογισμὸν ἀλογώτερον. ὑπάρχων γὰρ παῖς ἀνδρὸς σοφιστοῦ τὰς πατριῶς ἐκλελάκτικας ἀρετάς, περὶ δὲ κύβους καὶ παλαίστρας τὴν τοῦ βίου σχολὴν κατηνάλωσας, καὶ γέγονας πέρας εὐγενείας τῇ γένει. εἰ τοίνυν παῖς Ἑρμαγόρου θέλεις ἀκούειν, ὁλὲ ποτε πρὸς τὸν ἐκείνου βίον ἐπάνηκε· ἀγαθὸν γὰρ ἔστιν κἂν ἐς γῆρας σοφία καὶ φρόνησις παρῇ, καθὰ δοκεῖ καὶ τῷ Πλάτωνι. εἰ δὲ τῶν παλαι κακῶν δυσαναγχεῖς μεθίστασθαι καὶ παῖδα σαυτὸν Ἑρμαγόρου χρηστῆσαι, τυμβωρύχος ἴσθι τοῦ πατριῶν τάφου γιγνόμενος· τῇ σῇ γὰρ κακίᾳ τὰς ἐκείνου ἀρετὰς καθυβρίζεις.