Ancient Greek
862.2
Theophylactus Simocatta, Epistulae 862.2
Unproofread scanNot analysed yet
15. Γοργίας Ἀριστείδῃ. Δανειζόμενος γέγηθας, εἰσπραττόμενος ἀνίᾳ, καὶ συναντῶν τοῖς δανεισταῖς καταπλήττη τῷ φόβῳ, ὥσπερ θηρίοις τισὶ φοβεροῖς καὶ ἀνήμεροῖς ἐντυχάνειν δοκῶν· καὶ περισχοπεῖς τὰς τριόδους καὶ πρὸς τὰς στοὰς ἀφορᾷς, τοὺς δανειστὰς δραπτευεῖν γλιγόμενος, ὥσπερ οἱ ναυτιλόμενοι ἐν μεγάλῳ τῷ κλύδωνι λιμένας τυγχάνειν ὁρέγονται. ἀλλὰ κακῶ τὸ κακὸν ἀχῆ· δανειζόμενος γὰρ παρ’ ἄλλων ἄλλοις ἀποδίδως τὸ ὀφλῆμα, ταῦτόν τι ποιοῦν τοῖς διὰ φόβον θανάτῳ κατακρημνιζοῦσιν ἑαυτούς. ἐπειδή τοίνυν τὸ δανειζέσθαι πολυγλίδες τι τοῖς ἀνθρώποις ἐστὶ κακόν, καὶ τῆς μυθικῆς ὕδρας τοῖς αὐτομάτοις γεννήμασιν ἐστὶ χαλεπώτερον, χἂν ἐν ταῖς καθ’ ὑπνὸν φαντασίαις εὐλαβοῦ τὸ δανειζέσθαι· οὕτω γὰρ ἐλευθέρως τὰς ἡλιακὰς ἀκτῖνας προσδλέψεις καὶ τὸν ὑπὲρ γῆς ἀέρα λίαν προσηνῶς ἀναπνεύσεις.