Ancient Greek
862.4
Theophylactus Simocatta, Epistulae 862.4
Unproofread scanNot analysed yet
16. Λόφων Πεδιάδι. Μὴ ἴκοιτο ὥρας ὁ Λευκίππος· κακὸν γὰρ ἡμῖν ἐτρεφε τὸ χωρίον θηρίον περὶ τὸν ὄρον τοῦ λοφιδίου. ἐμοὶ καὶ Σωστράτῳ συνεξεχρότητο δικαστήριον, ὁ δὲ Λεύκιππος ὅλος τὰς φρένας διέφθαρτο καὶ χρυσοῦν τὸ δικαστήριον θεάσασθαι ὤρέγετο· τοιοῦτον φιλόχρυσον πάθος κατέχει τὸν δεῖλαιον. τοῦτο καὶ Σώστρατος ἐπιγνὼς χρυσῷ τὴν νίκην ὤνησατο, καὶ τὸν λαμὸν τοῦ Λευκίππου τοῖς δώροις ἐπέδυσεν. ἡ παρθένος Δίκη διέρθαρται, καὶ χρυσὸς τοῖς ἀνθρώποις τὸ νικᾶν ταλαντεύει· ἢ γὰρ ἰσόρροπος κρίσις ἀπόλωλε, δῶρα γὰρ μᾶλλον ἢ τὸ δίκαιον ἀξιοῦστον.