Ancient Greek
862.6
Theophylactus Simocatta, Epistulae 862.6
Unproofread scanNot analysed yet
17. Ἐρωτύλος Ὑψιπύλῃ. Ὀργῶσι καὶ φοίνικες ἔρωτι φυσικῶ, καὶ τοῦ θήλεος τὸ ἄρρεν ἐρίεται, καὶ περικυρτοῦσι ὁ ἄρρην τῷ ἔρωτι, καὶ τῇ κόμῃ τὴν ἐρωμένην περιελέχει. εἰ δὲ καὶ πόρρω τὸ θῆλυ τοῦ ἄρρενός ἐστι, ψήνας ἐκ τῆς θηλείας οἱ φυτουργοῦντες ἀράμενοι τῷ ἄρρενι περιάπτουσι καὶ τῷ σοφίσματι ψυχαγωγούσι τούτου τὸν ἔρωτα. εἰ τοίνυν ἐπαμείνειν θάττον οὐχ ὅλα τε εἴ πρὸς ἡμᾶς, παρηγόρει μοι διὰ ζωγράφου τὸν ἔρωτα, καὶ πινάζειν ἢ γραφῇ φαντασίαν τῆς σῆς παρεξέτω μοι θέας· ἰκανὴ γὰρ καὶ δόκησις τοὺς ἄγαν ἐρώντας σοφίσασθαι.