Ancient Greek
863.5
Theophylactus Simocatta, Epistulae 863.5
Unproofread scanNot analysed yet
κα'. Περιχλῆς Ῥοδόπῃ. Ἄδεις ἀμουσῶς, καὶ λυπεῖς, οὐ τέρπεις τοὺς ἐραστάς· τραγωδίαν γὰρ ἀναμινύρη, οὐ θελητήριον ᾠδὴν τοῖς ἀκούουσι. καὶ δακρύουσιν οἱ ἐρασται ἀνιῶμενοι· σφύρρονος γὰρ αὐτοὺς ἀντὶ λάγνων τὰ σὰ διδάσκουσιν ἄσματα· οὐ γὰρ ἐπαγωγὸν τὴν μελωδίαν πεποίησαι. φεῖσαι τοίνυν, πρὸς θεῶν, ἀνιωμένων ἡμῶν· οὐ γὰρ αὐλητρὶς ἀλλὰ θρηνήτρια τοῖς ἐρασταῖς εἶναι δοκεῖς, καὶ κηρῶ τὰ ὦτα πάντες ἐμφράξομεν, εἰ μελωδίαν ἀσκήσεις. Σειρήνων γὰρ ἢ Μουσῶν ὀδυρομένων ἀκούομεν.