Ancient Greek
863.7
Theophylactus Simocatta, Epistulae 863.7
Unproofread scanNot analysed yet
κβ'. Ἀντισθένης Περιχλεί. Ὁ τοῦ Φιλίππου παῖς Ἀλέξανδρος ἐπὶ ταῖς εὐτυχίαις οὐδαμῶς ἐτετύφωτο, ἀλλ' ἐφιλοσόφει τὰ τῆς τύχης φυσήματα, μεγίστας εὐφημίαις οὐκ εἰωθὼς δελαάζεσθαι. διὰ τοι τοῦτο καὶ ἐν τῇ τοῦ πολέμου ῥοπῇ θεασάμενος πεπρωκότα τὸν Δαρεῖον τῇ γλαυδὶ τὸν ἐχθρὸν περιέσχεπεν, ἀρετῆς καὶ τύχης ἐνδεικνύμενος τὴν εὐμένειαν. ἐντεῦθεν ἐλοιδορεῖ τὸν Ἀλέξανδρον τὸ γηπῆσον, καὶ ἤν ἐγκλημα τῷ βασιλεῖ ἡ εὐμένεια. ὁ μὲν οὖν Ἀλέξανδρος ἄτε δὴ φιλόσοφος ὢν ἐδεδοίκει τὸ τῆς τύχης ὡς ξοικεν ἀδηλον. διὸ καὶ πλείστων αὐτῷ ἐπελόντων τῶν εὐτυχημάτων ἔφη «ὦ Ζεῦ, μίζῶν τι τοῖς ἀγαθοῖς καὶ δυστύχημα ». οὕτως ἡύλαβειτο τὰς εἰς ἄκρον εὐεξίας ἐμφρονέστατα ὁ Ἀλέξανδρος. εἰ μὲν οὖν γειντιώσαν ταῖς τροπαῖς τὴν τύχην ἠγνόκας, μετ' οὐ πολὺ τὴν πείραν ἄψει διδάσκαλον, καὶ τῆς γνώσεως ἔξεις πρεσβύτερα τὰ παθήματα· εἰ δὲ τυφλότητις ἔχων, χαλεπωτέρας τῆς ποινῆς ἐπιτεῦξη, πλημμελημάτων καὶ ἀγνωσίας εἰσαποττόμενος δίκας.