Ancient Greek
866.7
Theophylactus Simocatta, Epistulae 866.7
Unproofread scanNot analysed yet
λ. Ῥοδίνῃ Καλλιόπῃ. Ἐπὶ τῶν ἐραστῶν διασῦρεις καὶ σκώπτεις ἡμᾶς, τὸ κεχαυνῶσθαι μοι τὸ σύντονον καὶ σφριγῶν τοῦ σώματος τύχημα, οὐκ ἐθέλει ὁ μῖαρὸς τῶν ἐντεῦθεν ἀπαίρειν, ἀλλ' ἐμφιλοχωρεῖ γὰρ τῷ γησίῳ καὶ κοίτῃ τὸν ἀγρόν πεποίηται τὸν ἡμέτερον. καὶ δακρύων ἀξίων ἐστὶν ἰδεῖν· ἀντὶ γὰρ ἀμπελῶν τοὺς ἰχθύας γεωργοῦμεν οἱ τάλανες. ὅταν δὲ ποταμὸς ἐθελή, ἀγρεύομεν· ὅταν ἐθελή, λιμώττομεν, καὶ μέγα τί μοι δῶρον φιλοτιμεισθαι δοκεῖ. εἰδὲ τῷ θέρει μηδαμῶς τὰς νεφέλας ἰκετεύομεν ὅμβρον ἡμῖν αὐχμῶσι χαρίεσθαι· οὕτω γὰρ ἀπερ κεκτήμεθα οὐκ ἂν ἀφρηχμεθα. ποταμὸς γὰρ αὐτὸς καθ' ἑαυτὸν ἐπαχθής· εἰ δὲ καὶ ὅμβροις πλουτήσειεν, τοῦ πυρὸς ἐστὶν ἀχρεώτερος, καὶ μέτροις οὐ χαλινοῖ τὰ φρυάγματα.