Ancient Greek
867.2
Theophylactus Simocatta, Epistulae 867.2
Unproofread scanNot analysed yet
Ἐπαινῶ σου τὴν φρόνησιν, καὶ τὸ λίαν ἐμπειρότατον ἀγαμαί· ὥσπερ γὰρ ἐκ τριπόδος τινος Πυθικοῦ τὰ μέλλοντα διηγήσω μοι καὶ τοῦ Λυγκέως ὀξύτερον τὰ βαθύτερα τε καὶ ἀφανῆ τῶν πραγμάτων ἐσκόπησας. ὁ Καλλιμαχος ἡμᾶς καταλαλοῦπεν· ἀπέπτη μετεωριζόμενος ὀξυτάτω τῷ τοῦ χόρου πτεροῖ. ἐδραπέτευσεν ἡμᾶς ὁ παμμίαρὸς, καὶ γέγονεν αὐτῷ τῆς ἐπιθυμίας ὁ χόρος προεσύτερος. σὺ δὲ μοι παρήνεις πολλά. «Ὅρκοις μὴ πείθου, Γαλάτεια. Ὅρκων ἐρῶσιν οὐδὲν εὐχερέστερον. »ἐρωτικῶν γὰρ οἱ νέοι μεθῶντες ἡδονῶν καὶ τοῦ χαλῶς ἀφαιροῦνται βουλεύεσθαι, καὶ πράττειν φλεγμαίνοντες ἂ νομοθετοῦσιν οἱ Ἔρωτες· οὐ γὰρ αὐτοκίνητον ἔχουσι τῶν πραγμάτων τὴν ἔρεσιν. ἀπιστία πίστεως, ὡς ἔοικεν, ἀσφαλέστερον, καὶ πὸς ἀπάτην ὅρκος σοφιστὴς ἐστιν ἀξιόχρεως.