Ancient Greek
867.3
Theophylactus Simocatta, Epistulae 867.3
Unproofread scanNot analysed yet
Ἐπειδή σωφροσύνη καὶ παρὰ τῷ μύθῳ τετίμηται, ἄγε δῆτα, Χρύσιππε, διαμυθολογήσω σοι μῦθον οὐκ ἀσεμνον. Ἄρξοντό ποτε πρὸς τὸν Δία τὰ ὄρνεα καὶ τὸν Ὀλύμπιον ἐπρεσβεύοντο ἡγεμόνα παρασχέιν αὐτοῖς· ἦν γὰρ ἀναρχία τοὺς ὄρνιθας διὰ λυποῦν, καὶ μεγίστου τινὸς ἀγαθοῦ τῆς ἡγεμονίας ἐχρήσον, καὶ πολλὴν διὰ τοῦτο τὴν ἀκοσμίαν ἐκέκτηντο. ἐπένευσε τοίνυν ὁ Ζεὺς, καὶ γέγονεν ἔργον τὸ βούλημα, καὶ δωρεῖται δῶρον τοῖς ἰκετεύουσι θαυμαστὸν· βασιλείας γὰρ ἤν ἀξίωμα τὸ διδόμενον. προσέταττε δῆτα τοῖς ὄρνισιν ἐπὶ λίμνας καὶ πηγὰς ἀφικέσθαι καὶ τὸν ἑαυτῶν ἀποσμιζέσθαι ῥύπον, καὶ τοῖς ὕδασι τὴν βάσανον τῆς ἡγεμονίας ἐπίστευσεν· ἦν γὰρ εὐπρέπεια παρὰ τῷ Διὶ τὸ τιμώμενον. ἐλούσαντο δῆτα οἱ ὄρνιθες, εἶτα πρὸς τὸν Δία παλινδρομοῦσιν εὐθὺς καὶ τὴν ἑαυτοῦ ἕκαστος εὐπρέπειαν ἐπεδείκνυτο. ὁ δὲ χολοὺς τὴν οἰκείαν δεδιὼς ἀμορφίαν τὴν τῆς φύσεως δημιουργίαν ἐνόθευσεν, ἀλλοτρίῳ κόσμῳ τὴν ἑαυτοῦ καλλωπίζων ἀπρέπειαν. ἀλλ' ἠλεξέ τὴν ἀμορφίαν ἡ γλαὺς καὶ τὸν