Ancient Greek
868.3
Theophylactus Simocatta, Epistulae 868.3
Unproofread scanNot analysed yet
λε'. Μυρωνίδης Μόσχωνι. Τὸν ἀροτῆρα βοῦν κεχρῆκα τῷ Τυκανίᾳ· οὐ γὰρ ἤν αὐτῷ τοῦ ζεύγους τὸ ἕτερον· ἐπηγγείλατο δὲ μοι ὁ Τυκανίας τὸν ἑαυτοῦ ταῦρον παρέξεσθαι· βοὸς γὰρ ἐλειπόμην κάγώ. ὁ γὰρ θαυμαστὸς μοι ταῦρος ἀπόλωλεν, ὅποτε ὁ γαλεπὸς ἐκεῖνος λοιμὸς τοὺς θρέμματος ἐπεδήμησεν. ὁ δὲ καλὸς Τυκανίας τὰς συνθήκας διέλυσε, καὶ μέχρις ὅτου ὁ σκοπὸς αὐτῷ διηνύετο, στέργειν ἐδίδει τὰ δοξάντα. ἐγὼ δὲ τὴν τύραννον ἀπάτην ὠργήσω· οὐ γὰρ ἀροτῆρας βόας κεκτήμεθα, ὁ δὲ καιρὸς τῶν ἀρότων ἤδη πού συμπαρώψατο. δικαστήριον τοίνυν τῷ Τυκανίᾳ ὀπλισομαι, καὶ δικαστὰς ἅπαν τὸ χωρίον προστήσομαι. καὶ τῆς ἀπάτης ἐκεῖνος δίκαξ ὑφ' ἑξεται· καὶ κακίας πείσομεν τοὺς ἀκολάστους ἀπέγεσθαι, ἐνὸς ἀνθρώπου θοράκα σωφροσύνης διδάσκαλον ἔχοντες.