Ancient Greek
868.5
Theophylactus Simocatta, Epistulae 868.5
Unproofread scanNot analysed yet
λε'. Ἐράσμιος Λυσιστράτῳ. Παίζουσι τοὺς ἀνθρώπους οἱ Ἔρωτες καὶ δουλαγωγοῦσι τοὺς ὑπὸ σελήνην παῖδες ὑπόπτεροι, ἵνα τι καὶ τοῖς ζωγράφοις πεισθῶμεν. εἴθε γὰρ ἤν ὁρῶν τὸν πολέμιον. οὕτω γὰρ ἂν βάλλοντες ἐβάλλοντο καὶ οἱ Ἔρωτες. ἀλλ' αὐτὸ τοῦτο ἡδικήμεθα πλέον, ὅτι καὶ τοὺς ἐχθροὺς ἠγνοήσαμεν ὁποῖοι ὄντες τὴν φύσιν τυγχάνουσιν. σὺ γὰρ ἀλογίστῳ πάθει συμπεπλέγμαι. Μελανίππην Διοδώρου ἀπόγονον ἐκτόνωσι ποθῶ, μηδὲ ὄναρ ποτὲ τὸ γύναιον θεασάμενος, ἀλλὰ μόνον ἀκούσας ὑπὸ τινος φθεῖν αὐτὴν θαυμαστάς· καὶ βέβλημαι τὴν ψυχήν, μηδὲν ἐκ τῶν ὀφθαλμῶν ἀδικοῦμενος. ὅπερ εἴθε ἐπαθον, Λυσίστρατε· νῦν δὲ γεγόνά μοι ὀφθαλμοὶ καὶ τὰ ὦτα. τοσαύτα φύσις Ἐρώτων δεδύνηται. εἰτε οὖν βρενθὸς ἐστὶ τὴν ὄψιν ἠγνόηκα, εἰτε καὶ φαντασία τίς ἐστι τὸ λεχθὲν οὐκ ἐπίσταμαι· οὐ γὰρ εἰς μάρτυς πρὸς ἀλήθειαν ἀξιόχρεως. ἀλλ' ὅμως τὴν ψυχήν καὶ τὴς οὐχ ὁρωμένης ἐρῶ, καὶ πανυχὶς μετειληφέναι μανίας δοκῶ. κάκεινὸν ἀθέατον ἤν τὸ ποθούμενον, καὶ δόκησιν μόνην τῶν ζητουμένων εἶχε τὴν ὑπαρξίν.