Ancient Greek
869.9
Theophylactus Simocatta, Epistulae 869.9
Unproofread scanNot analysed yet
μα'. Μαράθων Πηγάνωνι. ραϊτῆτους θορύβους τοῦ ἀστεος ἐμισθωσάμην τὸν ἄγρόν τούτονί, καὶ μεταβολὴν τύχης δόξουν εὑρεῖν. ἀλλὰ μείζονι κακοῖς ἐμπεπλήμεθα· ποτὲ μὲν γὰρ τὴν ἐρωσίδην ἔχω πολέμιον, ποτὲ δὲ τὰς ἀκρίδας, ἄλλοτε καὶ τὴν χάλαζαν· ἡ δὲ πάγνη λυμαίνεται τοὺς καρποὺς ὡς ἀπαραίτητος τύραννος, καὶ τοὺς ἰδρώτας ὁ τάλαις τοῖς ἀνέμοις χαρίζομαι. οἴμοι ὁ δύστηνος, ὡ ποὶ τράπωμαι; ὅταν τῶν γεωργικῶν μόχθων ἐπιμνησθῶ, τὰς τοῦ ἀστεος ἀσπάζομαι διατριβὰς· ὅταν τῶν πολιτικῶν παρὰχων τὸ πλήθος λογίσωμαι, τῆς ἀγροικίας ἐρῶ, καὶ τοῦ παρόντος ἐστὶ τὸ μὴ παρὸν εὐτυχέστερον. μία τῶν λυπηρῶν κατάλυσις ἐστὶν ὁ θάνατος, εἴτε φυσικὸς ἐστὶν εἴτε πάλιν αὐθαίρετος. οὐδὲν ἄγχόνη μοι τὸ φάρμακον· βδελύττεσθαι γὰρ τὸν θάνατον τοὺς δυστυχοῦντας ἡλίθιον.