Ancient Greek
869.7
Theophylactus Simocatta, Epistulae 869.7
Unproofread scanNot analysed yet
μ'. Σωκράτης Πλάτωνι. Ἄδικεῖται μὲν οὐδεὶς, ἀδικοῦσι δὲ πάντες, αὐτομάτως ἕκαστος ἑαυτὸν ἀδικῶν· ἀρετῆς γὰρ καὶ κακίας ἐσμὲν αὐτοκράτορες. ἀφείλετό σου Ἀεωνίδης τὸ γήδιον. τοῦτο τῶν ἐκτὸς, καὶ τὴν σὴν ψυχὴν οὐδὲν ἐλυμήνατο. ζημοῖ σε Φίλιππος καὶ τὸν δακτύλιον σφετερίζεται. οὐδὲν ἠδίκηθες αὐτὸς· τὸ γὰρ ἐπίκτητον οὐχ ἡμέτερον. τὸν σὸν υἱὸν ἀνεῖλον οἱ βάρβαροι. οὐ πέπονθας τι δεινόν· οὐ γὰρ αἴδιον τὸν παῖδα ἐκείνησο. ἐναγρὸς σοι μὴ κεκτημένῳ προσγέγονε, καὶ πάλιν οὐχ ἔστιν, ἐπείπερ οὐχ ἦν, ἀλλ' ἐγένετο. οὐκοῦν ἀδικοῦσιν, οὐκ ἀδικοῦνται οἱ ἄνθρωποι. διὸ καὶ τὸν Ὀμηρικὸν τεθαύμακα Κύκλωπα· οὐδένα γὰρ βλάπτειν ἀδικοῦμενος ἔφασκε, καὶ τῷ ποιμένι ἀπόφασιν τῆς ἀληθείας κατάφασιν.