Ancient Greek
876.4 to 877.6
Theophylactus Simocatta, Epistulae 876.4-877.6
Unproofread scanNot analysed yet
εζ' Πειθώ Ἵππολύτω. Εὐπρέπειαν, οὐχ ἥθος σεμνὸν οἱ ποθοῦντες μᾶλλον ἀσπάζονται· οὐ γὰρ σωφροσύνην οἱ Ἕρωτες ἐπαγγέλλονται, ἀλλὰ κάλλει σώματος ὀφθαλμὸν ἀχόλαστον δελιάξουσιν. εἰ τοίνυν διὰ τοὺς τρόπους τῆς Ῥοδοχλείας ἐφῆς, τῶν σῶν ἡδονῶν οὐ βασιλεύσουσιν Ἕρωτες· φιλοσοφούντος γὰρ λογισμοῦ βέλος ἀφροδίσιον οὐ καθάπτεται. εη' Ἕρατοσθένης Αἰσχίνῃ. Ἕσθεις τοὺς ὄρχους ὡς λάχανα, καὶ κτύπος ὀδόντων εἶναι σοι δοκεῖ τὸ πραττόμενον, καὶ τοῖς ἐγχαλοῦσιν ἀντιφθέγγη, παμπόνηρε, «ἡ γλῶσσ' ὁμώμοχ', ἡ δὲ φρήν ἀνώμοτος »,οὐχ εἰδὼς ἀχαλίνωτον γλώτταν μείζονα τοῦ πλημμελήματος εἰσπραττομένην τὴν χόλασιν. ὧν γὰρ ἂν λόγοις ἀμάρτωμεν, ἔργοις τὴν τιμωρίαν ὑφέξομεν. τὴν γλῶτταν δῆτα σώφρονα κέκτησο, ὁμνύειν καὶ τὰ πρὸς ἀληθεῖν εὐλαβούμενος· ἀβαρὲς γάρ τι χρήμα ὁ ὅρκος εἶναι δοκεῖ, καὶ παντὸς ἄχθους ἐστὶ δυσφορώτερον. ἐντεῦθεν καὶ Τάνταλος ἐκολάζετο· περὶ τὰ θεία γὰρ ἔσχε τὴν γλῶτταν ἀκόλαστον. οβ. Σωσίπατρος Τελεσίλλῃ. Εἰ μὴ ταῖς ἀφροδισίοις ἡδοναῖς τὸν ἀτερπῆ χόρον ἡ φύσις ἐνέμειξεν, ἐδουλαγωγείτο τὸ ἄρρεν τῷ γυναικείῳ φύλεῖ, Τελεσίλλα. μὴ τοίνυν μέγα φρόνει, πορνίδιον. ὁ τῆς Ἀφροδίτης μοι πυρσὸς ἀπηθάλωται· οὐ γὰρ θανάτους τὰς ἀλγηδόνας τὰ τῶν Ἐρώτων βέλη παρέξεται. ζη. Σεύθλων Κοριάννῳ. Εἶλον ὧμέ ποτε τὴν κακίστην ἀλώπεκα, καὶ λαβὼν ποικίλοις δεσμοῖς περιφρουρῶ τὴν παρμίσιαρον, καὶ ἄξω ἐπὶ τὴν λεωφόρον, Κοριάννῳ, καὶ τοὺς ἀγροίκους συγκαλεσάμενος ἅπαντας τὴν πολέμιον θριαμδεύσω, καὶ δημοσίᾳ δίκας παρέξεται, ἀντὶ πολλῶν ἀδικημάτων μίαν ὑφέξουσα κόλασιν. ηθ. Καλλιόπη Λαΐδι. Κρωβύλῳ καὶ τέττιγι ὁ Γοργίας σεμνύνεται, μίμω τοῖς ἰούλοις καταπακιάσας τὸ πρόσωπον, καὶ βρενθῦεται τῇ κάλλει, καὶ δέλεαρ ἀνοίας προτίθησιν ἡμῖν τὴν εὐπρέπειαν. ἐγὼ δὲ καὶ γήρας καὶ νόσον καὶ λύπην πίναξιν ἐγχαράξαιμι, καὶ πρὸ τῶν θυρῶν ἀναθήσαιμι τοῦ ἀγνώμονος· ταῦτα γὰρ ἔξει ποτὲ τῆς εὐπρεπείας ἀντίπαλα. ο. Πλάτων Ἀξιόχῳ. Ἡνίας καὶ μάστιξι τοὺς ἵππους ἰθύνομεν, καὶ ναυτιλλόμεθα πῇ μὲν τοῖς ἰστίοις τὴν ναῦν ἐκπετάσαντες, πῇ δὲ ταῖς ἄγκύραις ταύτην χαλινώσαντες καθορμίζομεν. οὕτω κυβερνητέον καὶ τὴν γλῶτταν, Ἀξιόχε, πῇ μὲν τοῖς λόγοις ὀπλίζοντες, πῇ δὲ τῇ σιωπῇ κατευνάζοντες.