Ancient Greek
877.8
Theophylactus Simocatta, Epistulae 877.8
Unproofread scanNot analysed yet
οα. Ῥόδων Κυπαρίσσῳ. Τοὺς Λευκανοὺς ἐπιέναι πάλιν φασί, καὶ τὸ δρέπανον ἀπορρίψας λόγχην καὶ σαυρωτήρα χαλκεύσομαι, καὶ τὴν ἐνυάλιον τέχνην ἀσκήσαιμι· οὐκ ἐξ γὰρ ἡρεμεῖν ὁ δαίμων ἡμᾶς. ἐμοὶ τοῦ χειμῶνος τὸ θέρος ἐστὶ κρυωδέστερον· τί γὰρ τοῦ πολέμου γένοιτ' ἂν φρικωδέστερον; ἥρως φανείσας ἐδάχρυσα. ὡς κομαζ τοῖς ἀνθέσιν ὁ ἄγρος, ὡς εὐώδες ἐν ταῖς μυρρίναις τὸ γῆδον, ὡς κοσμία κομῶσα ἡ πλάτανος, ὡς χλοάζει τὸ λήιον. ἅπαντά μοι πρὸς εὐετηρίαν ἐπείγεται. ἀλλ' ἀδικοῦσιν ἡμᾶς οἱ πολέμιοι· ἀρότρου γὰρ αὐτοῖς ἡ μάχαιρα ποθεινότερον.