Ancient Greek
233.2
Theopompus Hist., Testimonia 233.2
Unproofread scanNot analysed yet
² Παραγενόμενος δὲ εἰς Αἰθιοπίαν, ἥς ἐβασίλευε Κηφεὺς, εὑρε τὴν τούτου θυγατέρα Ἀνδρομέδαν παρα-κειμένην βωρᾶν θαλασσίῳ κήτει. ³ Κασσιόπεια γὰρ ἡ Κηφέως γυνὴ Νηρητίσι ἤρισε περὶ κάλλους, καὶ πα-σὼν εἶναι κρείττονα ἠξίουν. Ὅθεν αἱ Νηρητίδες ἐμώ-νισαν, καὶ Ποσειδῶν, αὐταῖς συνεργήσας, πλημμύ-ραν τε ἐπὶ τὴν χώραν ἐπεμψε καὶ κῆτος. ⁴ Ἀμμωνος δὲ χρησάντος τὴν ἀπαλλαγὴν τῆς συμφορᾶς, ἐὰν ἡ Κασσιόπεια θυγάτηρ Ἀνδρομέδα προτεθῇ τῷ κήτει βωρὰ, τοῦτο ἀναχασθεῖς ὁ Κηφεὺς ὑπὸ τῶν Αἰθιόπων ἐπραξε, καὶ προεῴδησε τὴν θυγατέρα πέτρα. ⁵ Ταύ-την θεασάμενος ὁ Περσεὺς, καὶ ἐρασθείς, ἀναирήσιν ὑπέσχετο Κηφεῖ τὸ κῆτος, εἰ μέλλει σωθεῖσαν αὐτὴν αὐτῷ διώσειν γυναῖκα. Ἐπὶ τούτοις γενόμενον ὅρκων, ὑποστὰς τὸ κῆτος ἐκτείνει, καὶ τὴν Ἀνδρομέδαν ἐλυ-σεν. ⁶ Ἐπιβουλευόντος δὲ αὐτῷ Φινέως, ὅς ἦν ἀδελφὸς τοῦ Κηφέως, ἐγγυώμενος πρῶτος τὴν Ἀνδρομέδαν, μαθὼν τὴν ἐπιβουλὴν, τὴν Γοργόνα δείξας, μετὰ τῶν συνεπιβουλευόντων αὐτὸν ἐλίθωσε παραχρῆμα.