Ancient Greek
233.3
Theopompus Hist., Testimonia 233.3
Unproofread scanNot analysed yet
⁷ Παραγενόμενος δὲ εἰς Σέριφον, καὶ καταλαβὼν προστεφεργυμίαν τοῖς βωμοῖς μετὰ τοῦ Δίκτυος τὴν μητέρα διὰ τὴν Πολυδέκτου βίαν, εἰσελθὼν εἰς τὸν βασιλέα, συγκαλέσαντος τοῦ Πολυδέκτου τοὺς φίλους, ἀπεστραμμένος τὴν κεφαλὴν Γοργόνος ἔδειξε· τῶν δὲ ἰδόντων, ὅποιον ἕκαστος ἐτυχὲ σχῆμα ἔχων, ἀπελίθωθη. ⁸ Καταστήσας δὲ τῆς Σερίφου Δίκτυον βασιλέα, ἀπέδωκε τὰ μὲν πέδιλα καὶ τὴν κλίδιον καὶ τὴν κυνὴν Ἑρμῇ· τὴν δὲ κεφαλὴν τῆς Γοργόνος Ἀθηνᾷ. Ἑρμῆς μὲν οὖν τὰ προειρημένα πάλιν ἀπέδωκε ταῖς Νύμφαις· Ἀθηνᾷ δὲ ἐν μέσῃ τῇ ἀσπίδι τῆς Γοργόνος τὴν κε-φαλὴν ἀνέθηκε. ⁹ Λέγεται δὲ ὑπ’ ἐνίων, ὅτι δι’ Ἀθηνᾶς ἡ Μέδουσα ἐκαρτομήθη. Φασὶ δὲ, ὅτι καὶ περὶ κάλλους ἠθέλησεν ἡ Γοργὼ αὐτῇ συγχριθῆναι.