Ancient Greek
56.1
Theopompus Hist., Testimonia 56.1
Unproofread scanNot analysed yet
τέχνην ῥητορικὴν Ὁ γὰρ δὴ Φιλίστος, αἰτ, ἐξ ἀρχῆς τε τῇ τυραννίδι καθισταμένην προθυμότατον ἑαυτὸν παρέσχε, καὶ τὴν ἀρχαὶν διεφύλαξε, φρουραρχῶν ἐπὶ πολὺν χρόνον. Ἦν δὲ λόγος, ὡς καὶ τῇ μητρὶ πλησιάζοι τοῦ πρεσβυτέρου Διονυσίου, τοῦ τυράννου μὴ παντάπασιν ἀγνοοῦντος. Ἐπεὶ δὲ Λεπτινὰς ἐκ γυναικός, ἣν διαφθείρας ἑτέρῃ συνοικοῦσαν ἔσχε, γενομένων αὐτῷ δυοῖν θυγατέρων, τὴν ἑτέραν ἔδωκε Φιλίστῳ, μηδὲ φράσας πρὸς Διονυσίον· ὁργισθεὶς ἔκεινος τὴν μὲν γυναῖκα τοῦ Λεπτινοῦ δήσας ἐν πέδαις καθεῖρε, τὸν δὲ Φίλιστον ἐξῆλασε Σικελίας