Ancient Greek
56.3 to 57.4
Theopompus Hist., Testimonia 56.3-57.4
Unproofread scanNot analysed yet
φυγόντα πρὸ ξένους τινὰς εἰς τὸν Ἀδρίαν· ὅπου καὶ δοκεῖ τὰ πλεῖστα συνθεῖναι τῆς ἱστορίας σχολάζων Οὐ γὰρ ἐπανῆλθε, τοῦ πρεσβυτέρου ζῶντος, ἀλλὰ μετὰ τὴν ἐκείνου τελευτὴν, ὥσπερ εἴρηται, κατήγαγεν αὐτὸν ὁ πρὸς Δίωνα τῶν ἄλλων φθόνος, ὡς αὐτοῖς τε μᾶλλον ἐπιτηδεῖον ἔντα καὶ τῇ τυραννίδι βεβαιώτερον. (1) Plutarch. Timol. 15 :Ὦστε μοι συμβάλλοι τοῦτο τὰς Φιλίστου φωνάς, ὅς ἀφήσει περὶ τῶν Λεπτινῶν θυγατέρων ὁλοφυρόμενος, ὡς ἐκ μεγάλων ἀγαθῶν τῶν τῆς τυραννίδος εἰς ταπεινὴν ἀφρημένον δίαιταν, φαίνεσθαι θρήνους γυναικὸς ἀλαδάστρους καὶ πορφυρὰς καὶ χρυσία παθοῦσης. (2) Pausan. 1, c. 13, §B :Ἄνδρι γὰρ βασιλεῖ συνόντα ἀνάγκη πᾶσα ἐς χάριν συγγράφειν· εἰ δὲ καὶ Φιλίστος αἰτίαν δικαίαν εἴληφεν, ἐπελπίζων τὴν ἐν Συρακούσαις κάθοδον, ἀποκρύψασθαι τῶν Διονυσίου τὰ ἀνωσιώτατα, ἥπου πολλὴ γε Ἱερωνύμου συγγνώμη.