Ancient Greek
58.1
Theopompus Hist., Testimonia 58.1
Unproofread scanNot analysed yet
καὶ πίστιν, ἐμπιπλάται τῶν κατ' αὐτὸν βλασφημιῶν, ᾧ τοὺς μὲν ἀδικηθέντας τότε σύγγνωστόν ἐστιν ἴσως ἄχρι τῆς εἰς ἀναίσθητον ὀργῆς χαλεποὺς γενέσθαι· τοὺς δ' ὑστερον συγγράφοντας τὰ πεπραγμένα καὶ τῷ μὲν βίῳ μὴ λυπηθέντας αὐτῷ, τῷ δὲ λόγῳ χρωμένους, ἡ δόξα παραιτεῖται μὴ μεθ' ὑβρεως, μηδὲ μετὰ βωμολογίας ὀνειδίζειν τὰς συμφοράς· ὧν οὐδὲν ἀπέχει καὶ τῶν ἀρίστων ἀνδρῶν ἐκ τύχης μετασχεῖν. Deinde vero Ephorum reprehendit, quod Philistum laudaverit, δς, καίπερ ἄν δεινότατος ἀδίκως πράγμασι καὶ πονηροῖς ἤθεσιν εὐσχήμονας αἰτίας περιβαλεῖν, καὶ λόγους ἔχοντας κόσμον ἐξευρεῖν, αὐτὸς αὐτὸν οὐ δύναται πάντα μηχανούμενος ἐξελέσθαι τῆς γραφῆς, ὡς οὐ φιλοτυραννότατος ἀνθρώπων γένοιτο, καὶ μάλιστα πάντων δελ ἡλθόσας καὶ θαυμάσας τρυφὴν καὶ δυνάμεις καὶ πλοῦτους καὶ γάμους τούς τῶν τυράννων. Ἄλλα γὰρ Φιλίστου ὁ μήτε τὰς πράξεις ἐπαινῶν, μήτε τὰς τύχας ὀνειδίζων ἐμμελέστατος.