Ancient Greek · ~2 min
1 to 2
THESEUS, Fragmenta 1-2
Not analysed yet
Ἄρνη πόλις ἐστὶ Βοιωτίας ἀπὸ Ἄρνης τῆς Ποσειδῶνος τροφοῦ, ἥτις Κρόνου ζητοῦντος Ποσειδῶνα, ἀπηρνήσατο μὴ ἔχειν αὐτὸν, ὅθεν ἡ πόλις ἐκλήθη Ἄρνη, πρότερον Σινόεσσα λεγομένη, ὥς φησι Θησεὺς ἐν τρίτῃ Κορινθιακῶν. Ἐκ τῶν Θησέως. Λοιμοῦ κατασχόντος τὴν Λακεδαίμονα διὰ τὴν ἀναίρεσιν τῶν κηρύκων τῶν ἀπεσταλμένων παρὰ Ξέρξου αἰτοῦντος γῆν καὶ ὕδωρ, ὥσπερ ἀπαρχὰς δουλείας, χρησμὸς ἐδόθη ἀπαλλαχθήσεσθαι αὐτοὺς, εἴ γέ τινες ἕλοιντο Λακεδαιμονίων παρὰ τοῦ βασιλέως ἀναιρεθῆναι. Τότε Βούλης καὶ Σπέρχης ἀφικόμενοι εἰς βασιλέα ἠξίουν ἀναιρεθῆναι· ὁ δὲ θαυμάσας αὐτῶν τὴν ἀρετὴν, ἐπανιέναι προσέταξε.