Ancient Greek · ~2 min
Dfhg-Source dfhg4_THESEUS
THESEUS, Fragmenta 3
Not analysed yet
Ἐκ τῶν Θησέως. Λακεδαιμόνιοι καὶ Ἀργεῖοι περὶ χωρίου Θυραίας (Θυρεάτιδος m.) ἐν μεθορίῳ κειμένης, μέχρι μέν τινος ὅλοις τοῖς στρατεύμασι παρετάσσοντο πρὸς ἀλλήλους,τέλος ἔδοξεν αὐτοῖς ἐπιλέξαι παρ ̓ ἑκατέρων τριακοσίους, κἀκείνων μαχεσαμένων τοῖς κρατήσασιν διαφέρειν τὸ χωριόν. Οὗπερ γενομένου, Ὀθρυάδης Λακεδαιμόνιος στρατιώτης πολλοὺς ἀποκτείνας καὶ πολλὰ τετρωμένος ἔκειτο μεταξὺ τῶν ἀνῃρημένων Λακεδαιμονίων μόνος περιλειφθεὶς, Ἀργείων δὲ δύο Ἀλκήνωρ καὶ Χρόμιος· ὧν ἀπελθόντων εἰς Ἄργος ἀπαγγεῖλαι τὴν νίκην, Ὀθρυάδης πολλοὺς σκυλεύσας τῶν πολεμίων τρόπαιον ἔστησε, καὶ χρησάμενος τῷ τῶν τραυμάτων αἵματι, ἐπέγραψεν· Λακεδαιμονίων κατ ̓ Ἀργείων· καὶ τοῦτο πράξας ἀπέθανεν.