Ancient Greek
ΠΕΡΙ ΑΠΟΣΤΡΟΦΗΣ.
Tiberius Rhetor, Περὶ τῶν παρὰ Δημοσθένει σχημάτων ΠΕΡΙ ΑΠΟΣΤΡΟΦΗΣ.
Not analysed yet
Ἀποστροφὴ δέ ἐστιν ὅταν ἀπὸ τῶν δικαστῶν πρὸς τὸν ἀντίδικον ἀποστρέφῃ τὸν λόγον, οἷον μηδὲν οὖν φιλονείκει, Λεπτίνη, καὶ πάλιν, οὓς ἅπαντας ἡ πόλις ὁμοίως τῆς αὐτῆς ἀξιώσασα τιμής ἔθαψεν, Αἰσχίνη. κινήσας γὰρ τῇ δόξῃ τῶν παραδειγμάτων τοὺς ἀκούοντας, τότε καὶ τὸν ἀντίδικον κέκληκε.