Ancient Greek
ΠΕΡΙ ΔΙΑΠΟΡΗΣΕΩΣ.
Tiberius Rhetor, Περὶ τῶν παρὰ Δημοσθένει σχημάτων ΠΕΡΙ ΔΙΑΠΟΡΗΣΕΩΣ.
Not analysed yet
Διαπόρησις δέ ἐστιν ὅταν ὡς διαπορῶν τις ἃ δεῖ εἰπεῖν κἀκεῖνα καὶ ἔτι πλείω λέγῃ, οἷον ἀλλ᾽ εἰς τοσοῦτον ἀφῖκται μωρίας, ἤ παρανοίας, ἢ —οὐκ ἔχω τί λέγω. καὶ πάλιν, οὐκ ἀπορῶν δ᾽ ὅ τι χρὴ περὶ σοῦ καὶ τῶν σῶν εἰπεῖν, ἀπορῶ ὅτου πρώτου μνησθῶ, πότερ᾽ ὡς ὁ πατήρ σου, Τρόμης, ἐδούλευε παρ᾽ Ἐλπίᾳ τῷ πρὸς τῷ Θησείῳ διδάσκοντι γράμματα, χοίνικας παχείας ἔχων καὶ ξύλον· ἢ ὡς ἡ μήτηρ σου τοῖς μεθημερινοῖς γάμοις ἐν τῷ κλισίῳ τῷ πρὸς τῷ Καλαμίτῃ χρωμένη τὸν καλὸν ἀνδριάντα καὶ τριταγωνιστὴν ἄκρον ἐξέθρεψέ σε. ὡς γὰρ ἀπορῶν τί χρὴ εἰπεῖν πάντα εἶπεν.