Ancient Greek
Section 39
Tiberius Rhetor, Περὶ τῶν παρὰ Δημοσθένει σχημάτων 39
Not analysed yet
Ὑποφορὰ δέ ἐστιν ὅταν μὴ ἑξῆς προβαίνῃ ὁ λόγος, ἀλλ᾽ ὑποθείς τι ἢ ὡς παρὰ τοῦ ἀντιδίκου ἢ ὡς ἐκ τοῦ πράγματος ἀποκρίνηται πρὸς αὑτόν, ὥσπερ δύο ἀντιλεγόμενα πρόσωπα μιμούμενος, οἷον ἐγὼ τοίνυν λογίζομαι τίνων ὁ Φίλιππος πρῶτον γέγονε κύριος μετὰ τὴν εἰρήνην; Πυλῶν καὶ τῶν ἐν Φωκεῦσι πραγμάτων. τί οὖν; πῶς τούτοις ἐχρήσατο; ἃ Θηβαίοις συμφέρει, καὶ οὐχ ἃ τῇ πόλει, προείλετο πράττειν. τί δήποτ᾽ ; ὅτι πρὸς πλεονεξίαν, οἶμαι, καὶ τὸ πάντα ὑφ᾽ ἑαυτῷ ποιήσασθαι. . . καὶ πάλιν, τί ποιήσομεν, ἐὰν ἐπὶ Χερρόνησον; ἐπικρινοῦμεν Διοπείὕηννὴ Δία. καὶ τί τὰ πράγματα ἔσται βελτίω; ἀλλ᾽ ἐνθένδε βοηθήσωμεν αὐτοῖς; ἂν δὲ ὑπὸ τῶν πνευμάτων μὴ δυνώμεθα; ἀλλὰ μὰ Δία οὐχ ἥξει. καὶ τίς ἐγγυητής ἐστι τούτου; ἔχει δὲ τὸ σχῆμα καὶ κάλλος καὶ ἐνέργειαν. καὶ ὅταν εἴπῃ, ἐπέδωκα; ἐπαινοῦμαι, οὐ, μὰ Δία, οὐκ ὤν, ὧν ἐπέδωκα, ὑπεύθυνος. ἦρχον; καὶ δέδωκά γε εὐθύνας ἐκείνων, οὐχ ὧν ἐπέδωκα. νὴ Δία, ἀλλ᾽ ἀδίκως, φησίν, ἦρξας. εἶτα παρὼν ὅτε με εἰσήγαγον οἱ λογισταί, οὐ κατηγόρεις;