Ancient Greek
Section 40
Tiberius Rhetor, Περὶ τῶν παρὰ Δημοσθένει σχημάτων 40
Not analysed yet
Ἀσύνδετον δέ ἐστιν, ᾧ πολλαχοῦ χρῆται ὁ Δημοσθένης, κατ᾽ ὄνομα καὶ κατὰ κῶλον καὶ ἐν τόπῳ. κατ᾽ ὄνομα μέν, Ἀμφίπολιν, Πύδναν, Ποτίδαιαν, Ἁλόνησον· ἐξ ὧν πλήθους ἔμφασις γίνεται. κατὰ κῶλον, ἴσασιν Εὐαίωνα πολλοί, τὸν Λαοδάμαντος ἀδελφόν· εὐειδὲς τὸ τοιοῦτο. κατὰ κόμμα δέ, ὅταν ἐπὶ κόρρης, ὅταν κονδύλοις, ταῦτα κινεῖ, ταῦτα ἐξίστησι. ταῦτα δείνωσιν ἔχει καὶ ἐνέργειαν. καὶ τοῦτο ἀσυνδέτως· πολλὰ ἂν εἰπεῖν ἔχοιεν Ὀλύνθιοι, ἃ τότε εἰ προείδοντο, οὐκ ἂν ἀπώλοντο· πολλὰ ἂν Ὠρεῖται, πολλὰ Φωκεῖς. καὶ πάλιν προθεὶς ἀλλὰ τί τοῦτο ὄφελος τῇ πόλει; ἐπήγαγεν εἰς τὸ ἀσύνδετον, ἕως ἂν σώζηται τὸ σκάφος, τότε χρὴ καὶ ναύτην καὶ κυβερνήτην καὶ πάντα ἄνδρα ἐφεξῆς προθύμους εἶναι. λαμπρότητα δὲ καὶ φαντασίαν τοῦτο τὸ σχῆμα παρέχεται ἄνευ συνδέσμων ἐλευθέρᾳ φωνῇ τοῦ λόγου προϊόντος ταῖς τῶν τόπων ἐμβολαῖς. τῷ σχήματι κέχρηται ἢ κατ᾽ ὄνομα εἰς πλῆθος, ἢ κατὰ κῶλον εἰς κάλλος, ἢ κατὰ κόμμα εἰς ἐνέργειαν, ἢ κατὰ τόπους εἰς λαμπρότητα. κἀκεῖνο ἀσύνδετον, ὁρῶ δὲ αὐτὸν τὸν Φίλιππον, πρὸς ὃν ἡμῖν ὁ ἀγών, τὸν ὀφθαλμὸν ἐκκεκομμένον, τὴν δὲ κλεῖν κατεαγότα, τὴν δὲ χεῖρα καὶ τὸ σκέλος πεπηρωμένον.