Ancient Greek
Section 41
Tiberius Rhetor, Περὶ τῶν παρὰ Δημοσθένει σχημάτων 41
Not analysed yet
Τὸ δὲ ἀντίθετον ἄνω μὲν εἴρηται τὸ τῆς διανοίας, τὸ δὲ τῆς λέξεως διχῶς γίνεται, ἢ κατὰ κῶλον, ἢ κατὰ λέξιν. κατὰ κῶλον μέν, παρὰ τὰς τῶν χορηγῶν δαπάνας μικρὸν ἡμέρας μέρος ἡ χάρις τοῖς θεωμένοις ἐστί, παρὰ δὲ τὰς εἰς τὸν πόλεμον παρασκευῶν ἀφθονίας πάντα τὸν χρόνον ἡ σωτηρία πάσῃ τῇ πόλει. ἀντίκειται γὰρ τοῖς κώλοις ἡ ἑρμηνεία. τὸ δὲ κατὰ λέξιν, ἐδίδασκες γράμματα, ἐγὼ δ᾽ ἐφοίτων· ἐτέλεις, ἐγὼ δὲ ἐτελούμην· ἐγραμμάτευες, ἐγὼ δ᾽ ἐθεώρουν· ἐξέπιπτες, ἐγώ δ᾽ ἐσύριττον. ἐνέργειαν δὲ καὶ κάλλος ἅμα τὸ σχῆμα ἔχει.