Ancient Greek
153.1.1 to 153.1.12
Timaeus Phil., Fragmenta Et Titulus [Sp.] 153.1.1-12
Unproofread scanNot analysed yet
γὰρ ἀντικαταλαμβανόντα τὴν τῶν καρόρων χώραν καὶ ἀπελάσαντα τὰ συγγενῆ, ἰδρύεται κακοῦντα τὰ σώματα καὶ ἐς αὐτὰ ταῦτα ἀναλύεται. Καὶ σώματος μὲν πάθεα ταῦτα, καὶ ἐκ τούδε ψυχὰς νόσοι ἐντὶ πολλαί, ἀλλαι δ' ἄλλων δυναμίων ἐντὶ, αἰσθητικῆς μὲν δυσαισθησία, μναμονικῆς δὲ λᾶθη, ὀρητικῆς δὲ ἀνορεξία καὶ ἄ προπέτεια, παθητικῆς δὲ ἄγρια πάθεά τε καὶ λύσσαι οἰστρώδεες, λογικῆς δὲ ἀμαθία καὶ ἐκπροσύνα. Ἀρχαὶ δὲ κακίας ἀδοναὶ καὶ λύπαι ἐπιθυμίαι τε καὶ φόβοι, ἐξαμείναι μὲν ἐκ σώματος, ἀνακεκραμέναι δὲ τῇ ψυχῇ, καὶ ἐξαγγελδόμεναι ὀνόμασι ποιαλοῖς· ἔρωτες γὰρ καὶ πόθοι ἡμεροὶ τε ἐλαυτοὶ ὀργαὶ τε σύντονοι καὶ θυμοὶ βαρεῖς ἐπιθυμίαι τε ποικιλαὶ καὶ ἀδοναὶ ἀμετροὶ ἐντὶ. Ἀπλῶς δὲ ἀτόπως ἔχειν ποτὶ τὰ πάθεα καὶ ἀρχεσθαι πέρας ἀρετῆς καὶ κακίας ἐστὶ· τὸ γὰρ πλεονάζειν ἐν ταύταις ἡ καρόρων αὐτῶν εἶμεν εὖ ἢ κακῶς ἀμὲ διατήθητι. Ποτὶ δὲ ταύτας τὰς ὀρμὰς μεγάλα μὲν συνεργήν δύνανται αἱ τῶν σωμάτων κράσεις, ὀξεῖα ἢ θερμαὶ ἢ ἄλλοτ' ἀλλοῖαι γινόμεναι ἐς τε μελαγχολίας καὶ λαγνείας λαβροτάτας ἄγοισαι ἀμέ, καὶ ῥωματιζόμεναι τινὰ μέρη δάξασμός ποιούσι καὶ μορφὰς φλεγμαινόντων σωμάτων μᾶλλον ἢ ὑγιαινόντων, δι' ὧν δυσθυμίαι καὶ λῆθαι παραρροῦσαι τε καὶ ποταὶ ἀπεργάζονται· ἰκανὰ δὲ τὰ ἕθη, ἐν οἷς ἂν ἄντραφῶσι κατὰ πόλιν ἢ οἶκον, καὶ ἄ καθ' ἡμέραν δίαιτα, ὀρθοποῖσα τὰν ψυχὰν ἢ ῥωννύσα ποτ' ἄλλαν. Ταὶ γὰρ θυραυλίαι καὶ ἀπλῶι τροφαὶ τὰ τε γυμνάσια καὶ τὰ ἕθεα τῶν συνόντων τὰ μέγιστα δύνανται ποτὶ ἀρετὰν καὶ ποτὶ κακίαν. Καὶ ταῦτα μὲν αἴτια ἐκ τῶν γενῶν καὶ στοιχείων ἐπάγεται μᾶλλον ἢ ἐς ἀμέων, ὅτι μὴ ἀργία ἐστίν, ἀρισταμενῶν ἀμῶν τῶν παιδακόντων ἔργων. Ποτὶ δὲ τὸ εὖ ἔχειν τὸ ζῆον δεῖ τὸ σῶμα ἔχειν τὰς ὑπ' αὐτῶ ἀρετάς, ὑγιειὰν τε καὶ εὐαισθησίαν ἰσχύν τε καὶ κάλλος. Ἀρχαὶ δὲ κάλλους συμμετρία ποτὶ τ' αὐτῶ τὰ μέρηα καὶ ποτὶ τὰν ψυχὰν·