Ancient Greek
153.1.13 to 153.1.19
Timaeus Phil., Fragmenta Et Titulus [Sp.] 153.1.13-19
Unproofread scanNot analysed yet
ἄ γὰρ φύσις οἷον ὀργανὸν ἀρμοζατο τὸ σκῆνος, ὑπακούον τε εἶμεν καὶ ἐναρμόνιον ταῖς τῶν βίων ὑποθέσεσι. Δεῖ δὲ καὶ τὰν ψυχὰν ῥυθμίζεσθαι ποτὶ τὰς ἀναλόγους ἀρετάς, ποτὶ μὲν σωφροσύναν οἷον ποτὶ ὑγιειὰν τὸ σῶμα, ποτὶ δὲ φρόνησιν οἷον ποτὶ εὐαισθησίαν, ποτὶ δὲ ἀνδρείωτατα οἷον ποτὶ ῥώμαν καὶ ἰσχύν, ποτὶ δὲ δικαιοσύναν οἷον ποτὶ κάλλος τὸ σῶμα. Τοιούτων δὲ ἀρχαὶ μὲν ἐκ φύσιος, μέσα δὲ καὶ πέρατα ἐς ἐπιμελείας, σώματος μὲν διὰ γυμναστικῆς καὶ ἰατρικῆς, ψυχῆς δὲ διὰ παιδείας καὶ φιλοσοφίας. Ἀύται γὰρ δυνάμεις τρέφονται καὶ τανοῦσαι τὰ σῶματα καὶ τὰς ψυχὰς διὰ πόνων καὶ γυμνασίων καὶ διαίτας καθαρότατος, ταὶ μὲν διὰ φαρμακείαν, ταὶ δὲ παιδευτικαὶ τὰν ψυχὰν διὰ κολασίων καὶ ἐπιπλασίων. Ῥωννύουσι γὰρ διὰ προτροπῶν ἐγείροισαι τὰν ὀρμὰν καὶ ἐγκελευόμεναι τὰ ποτήρα ποτὶ ἔργα. Ἀλειπτικὰ μὲν ὧν καὶ ἄ ταῦτα συγγενεστάτα ἰατρικά, σώματα ταχθέστα θεραπεύεν, ἐς τὰν χρητίσταν ἀρμονίαν ἄγου. α τὰς δυνάμεις τὸ τε αἷμα καθαρόν καὶ τὸ πνεῦμα σύρροον ἀπεργάζεται, ἵν' εἰ καὶ τὶ νοσῶδες ὑπογένοιτο κράτος αὐτῶ ἐχοιεν ἐξβρωμέναι ταὶ δυνάμεις αἷματος